|
TLG 0227 001 :: ANONYMI CURETUM HYMNUS :: Hymnus Curetum ANONYMI CURETUM HYMNUS Lyr.
Hymn. Hymnus Curetum Citation: (Line) | ||
| Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος· | ||
| 5 | Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ, τάν τοι κρέκομεν πακτίσι μείξαντες ἅμ’ αὐλοῖσιν, καὶ στάντες ἀείδομεν τεὸν | |
|---|---|---|
| 10 | ἀμφὶ βωμὸν οὐερκῆ. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος· | |
| 15 | Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. Ἔνθα γὰρ σέ, παῖδ’ ἄμβροτον, ἀσπιδ[ηφόροι τροφῆες] παρ’ Ῥέας λαβόντες πόδα | |
| 20 | κ[ρούοντες ἀντάχον.] Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος· | |
| 25 | Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ· Desunt duo versus. | |
| 30 | –⏑ τᾶ]ς καλᾶς Ἀός. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος· | |
| 35 | Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. [Ὧραι δὲ βρ]ύον κατῆτος, | |
| καὶ βροτὸς Δίκα κατῆχε, [καὶ πάντα δι]ῆ̣πε ζώ〈ι〉’ | 160 | |
| 40 | ἁ φίλολβος Εἰρήνα. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος· | |
| 45 | Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. Ἁ[μῖν θόρε, κἐς στα]μνία, καὶ θόρ’ εὔποκ’ ἐ[ς ποίμνια, κἐς λάϊ]α καρπῶν θόρε, | |
(50) | κἐς τελεσ[φόρος ἀγρός. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι, Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος· | |
| 55 | Δίκταν εἰς ἐνιαυτὸν ἕρπε καὶ γέγαθι μολπᾷ. Θόρε κἐς] πόληας ἁμῶν θόρε κἐς ποντοπόρος νᾶας, θόρε κἐς ν̣[έος πολ]είτας, | |
| 60 | θόρε κἐς Θέμιν κλ[ειτάν. Ἰώ, μέγιστε Κοῦρε, χαῖρέ μοι Κρόνειε, παγκρατὲς γάνος, βέβακες δαιμόνων ἁγώμενος· | |
| 65 | Δίκταν εἰς ἐνιαυτὸν | |
| ἕρπε καὶ γέγαθι μολπᾷ. | 161 | |